Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΑΡΙΘΜΟΙ 31

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 31, Εδάφιο 1

2

ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν ᾿Ισραὴλ ἐκ τῶν Μαδιανιτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου.

Πατερικές αναφορές
3

καὶ ἐλάλησε Μωυσῆς πρὸς τὸν λαὸν λέγων· ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας καὶ παρατάξασθε ἔναντι Κυρίου ἐπὶ Μαδιὰν ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ Κυρίου τῇ Μαδιάν·

Πατερικές αναφορές
4

χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς, ἐκ πασῶν φυλῶν υἱῶν ᾿Ισραὴλ ἀποστείλατε παρατάξασθαι.

Πατερικές αναφορές
5

καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων ᾿Ισραὴλ χιλίους ἐκ φυλῆς, δώδεκα χιλιάδας ἐνωπλισμένοι εἰς παράταξιν.

Πατερικές αναφορές
6

καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν καὶ Φινεὲς υἱὸν ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν τοῦ ἱερέως, καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν.

Πατερικές αναφορές
7

καὶ παρετάξαντο ἐπὶ Μαδιάν, καθὰ ἐνετείλατο Κύριος Μωυσῇ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν·

Πατερικές αναφορές
8

καὶ τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν, καὶ τὸν Εὐὶν καὶ τὸν Ροκὸν καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβόκ, πέντε βασιλεῖς Μαδιάν· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ρομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν.

Πατερικές αναφορές
9

καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιὰν καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔγκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν·

Πατερικές αναφορές
10

καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς κατοικίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί.

Πατερικές αναφορές
11

καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν αὐτῶν καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους

Πατερικές αναφορές
12

καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς ᾿Ισραὴλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς ᾿Αραβὼθ Μωάβ, ἥ ἐστιν ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ.

Πατερικές αναφορές
13

Καὶ ἐξῆλθε Μωυσῆς καὶ ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς.

Πατερικές αναφορές
14

καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως, χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου,

Πατερικές αναφορές
16

αὗται γὰρ ἦσαν τοῖς υἱοῖς ᾿Ισραὴλ κατὰ τὸ ρῆμα Βαλαὰμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ρῆμα Κυρίου ἕνεκεν Φογώρ, καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου.

Πατερικές αναφορές
17

καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, πᾶσαν γυναῖκα, ἥτις ἔγνω κοίτην ἄρσενος, ἀποκτείνατε·

Πατερικές αναφορές
18

καὶ πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν, ἥτις οὐκ οἶδε κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς.

Πατερικές αναφορές
19

καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν·

Πατερικές αναφορές
20

καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε.

Πατερικές αναφορές
21

καὶ εἶπεν ᾿Ελεάζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου· τοῦτο τὸ δικαίωμα τοῦ νόμου, ὃ συνέταξε Κύριος τῷ Μωυσῇ.

Πατερικές αναφορές
22

πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου,

Πατερικές αναφορές
23

πᾶν πρᾶγμα, ὃ διελεύσεται ἐν πυρί, καὶ καθαρισθήσεται, ἀλλ’ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός, διελεύσεται δι’ ὕδατος.

Πατερικές αναφορές
24

καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν.

Πατερικές αναφορές
25

Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

26

λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους, σὺ καὶ ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς,

Πατερικές αναφορές
27

καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν, καὶ ἀνὰ μέσον πάσης συναγωγῆς.

Πατερικές αναφορές
28

καὶ ἀφελεῖτε τέλος Κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων·

Πατερικές αναφορές
29

καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήψεσθε καὶ δώσεις ᾿Ελεάζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς Κυρίου.

Πατερικές αναφορές
30

καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν ᾿Ισραὴλ λήψῃ ἕνα ἀπὸ πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ δώσεις αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς ἐν τῇ σκηνῇ Κυρίου.

Πατερικές αναφορές
31

καὶ ἐποίησε Μωυσῆς καὶ ᾿Ελεάζαρ ὁ ἱερεὺς καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

32

καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς, ὃ προενόμευσαν οἱ ἄνδρες οἱ πολεμισταὶ ἀπὸ τῶν προβάτων, ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες

33

καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες

34

καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες

35

καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν, αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός, πᾶσαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες.

36

καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια.

37

καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσιαι ἑβδομήκοντα πέντε·

38

καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος Κυρίῳ δύο καὶ ἑβδομήκοντα·

39

καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι, καὶ τὸ τέλος Κυρίῳ εἷς καὶ ἑξήκοντα·

40

καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν Κυρίῳ δύο καὶ τριάκοντα ψυχαί.

41

καὶ ἔδωκε Μωυσῆς τὸ τέλος Κυρίῳ τὸ ἀφαίρεμα τοῦ Θεοῦ ᾿Ελεάζαρ τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

42

ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν ᾿Ισραήλ, οὓς διεῖλε Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν.

43

καὶ ἐγένετο τὸ ἡμίσευμα ἀπὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια

44

καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες,

45

ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι

46

καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες.

47

καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν ᾿Ισραὴλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς τῆς σκηνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

48

Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι, καὶ εἶπαν πρὸς Μωυσῆν·

Πατερικές αναφορές
49

οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ’ ἡμῖν, καὶ οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς·

Πατερικές αναφορές
50

καὶ προσενηνόχαμεν τὸ δῶρον Κυρίῳ, ἀνὴρ ὃ εὗρε σκεῦος χρυσοῦν καὶ χλιδῶνα καὶ ψέλλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι Κυρίου.

Πατερικές αναφορές
51

καὶ ἔλαβε Μωυσῆς καὶ ᾿Ελεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ’ αὐτῶν πᾶν σκεῦος εἰργασμένον·

Πατερικές αναφορές
52

καὶ ἐγένετο πᾶν τὸ χρυσίον τὸ ἀφαίρεμα, ὃ ἀφεῖλον Κυρίῳ, ἑκκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων.

Πατερικές αναφορές
54

καὶ ἔλαβε Μωυσῆς καὶ ᾿Ελεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, μνημόσυνον τῶν υἱῶν ᾿Ισραὴλ ἔναντι Κυρίου.

Πατερικές αναφορές