Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΕΓΕΝΕΤΟ δὲ ῞Αβραμ ἐτῶν ἐνενηκονταεννέα, καὶ ὤφθη Κύριος τῷ ῞Αβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος,
Πατερικές αναφορέςκαὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα.
Πατερικές αναφορέςκαὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ῞Αβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου ῾Αβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.
Πατερικές αναφορέςκαὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.
Πατερικές αναφορέςκαὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.
Πατερικές αναφορέςκαὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν.
Πατερικές αναφορέςκαὶ εἶπεν ὁ Θεὸς πρὸς ῾Αβραάμ· σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.
Πατερικές αναφορέςκαὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν,
Πατερικές αναφορέςκαὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.
Πατερικές αναφορέςκαὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος, ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου.
Πατερικές αναφορέςπεριτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον.
Πατερικές αναφορέςκαὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε.
Πατερικές αναφορέςΚαὶ εἶπεν ὁ Θεὸς τῷ ῾Αβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς.
Πατερικές αναφορέςκαὶ ἔπεσεν ῾Αβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν τέξεται;
Πατερικές αναφορέςεἶπε δὲ ὁ Θεὸς πρὸς ῾Αβραὰμ· ναί· ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ισαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν.
Πατερικές αναφορέςπερὶ δὲ ᾿Ισμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν καὶ αὐξανῶ αὐτόν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα.
Πατερικές αναφορέςτὴν δὲ διαθήκην μου στήσω πρὸς ᾿Ισαάκ, ὃν τέξεταί σοι Σάρρα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ.
Πατερικές αναφορέςΚαὶ ἔλαβεν ῾Αβραὰμ ᾿Ισμαὴλ τὸν υἱὸν ἑαυτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ ῾Αβραὰμ καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.
Πατερικές αναφορές῾Αβραὰμ δὲ ἐνενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
Πατερικές αναφορές᾿Ισμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
Πατερικές αναφορέςἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη ῾Αβραὰμ καὶ ᾿Ισμαὴλ ὁ υἱὸς αὐτοῦ·
καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς.