Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΓΕΝΕΣΙΣ 48

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 48, Εδάφιο 1

1

ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀπηγγέλη τῷ ᾿Ιωσήφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν ᾿Εφραΐμ, ἦλθε πρὸς ᾿Ιακώβ.

Πατερικές αναφορές
2

ἀπηγγέλη δὲ τῷ ᾿Ιακὼβ λέγοντες· ἰδοὺ ὁ υἱός σου ᾿Ιωσὴφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας ᾿Ισραὴλ ἐκάθησεν ἐπὶ τὴν κλίνην.

Πατερικές αναφορές
3

καὶ εἶπεν ᾿Ιακὼβ τῷ ᾿Ιωσήφ· ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν καὶ εὐλόγησέ με

Πατερικές αναφορές
4

καὶ εἶπέ μοι· ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.

Πατερικές αναφορές
5

νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, ᾿Εφραΐμ καὶ Μανασσῆ, ὡς Ρουβὴν καὶ Συμεὼν ἔσονταί μοι·

Πατερικές αναφορές
6

τὰ δέ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν· κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις.

Πατερικές αναφορές
7

ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ραχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναάν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν ᾿Εφραθά, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου (αὕτη ἐστὶ Βηθλεέμ).

Πατερικές αναφορές
9

εἶπε δὲ ᾿Ιωσὴφ τῷ πατρὶ αὐτοῦ· υἱοί μου εἰσιν, οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. καὶ εἶπεν ᾿Ιακώβ· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς.

Πατερικές αναφορές
10

οἱ ὀφθαλμοὶ δὲ ᾿Ισραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.

Πατερικές αναφορές
11

καὶ εἶπεν ᾿Ισραὴλ πρὸς ᾿Ιωσήφ· ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου.

Πατερικές αναφορές
12

καὶ ἐξήγαγε αὐτοὺς ᾿Ιωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς.

Πατερικές αναφορές
13

λαβὼν δὲ ᾿Ιωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε ᾿Εφραΐμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ ᾿Ισραήλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ ᾿Ισραήλ, ἤγγισεν αὐτοὺς αὐτῷ.

Πατερικές αναφορές
14

ἐκτείνας δὲ ᾿Ισραὴλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν ᾿Εφραΐμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλὰξ τὰς χεῖρας.

Πατερικές αναφορές
15

καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ Θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, ῾Αβραὰμ καὶ ᾿Ισαάκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,

Πατερικές αναφορές
16

ὁ ἄγγελος ὁ ρυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου ῾Αβραὰμ καὶ ᾿Ισαάκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.

Πατερικές αναφορές
17

ἰδὼν δὲ ᾿Ιωσὴφ ὅτι ἐπέβαλεν ὁ πατὴρ αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν ᾿Εφραΐμ, βαρὺ αὐτῷ κατεφάνη, καὶ ἀντελάβετο ᾿Ιωσὴφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς ᾿Εφραΐμ ἐπὶ τὴν κεφαλὴν Μανασσῆ.

Πατερικές αναφορές
18

εἶπε δὲ ᾿Ιωσὴφ τῷ πατρὶ αὐτοῦ· οὐχ οὕτως, πάτερ, οὗτος γὰρ ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

Πατερικές αναφορές
19

καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν· οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται· ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.

Πατερικές αναφορές
20

καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· ἐν ὑμῖν εὐλογηθήσεται ᾿Ισραὴλ λέγοντες· ποιήσαι σε ὁ Θεὸς ὡς ᾿Εφραΐμ καὶ ὡς Μανασσῆ. καὶ ἔθηκε τὸν ᾿Εφραΐμ ἔμπροσθεν τοῦ Μανασσῆ.

Πατερικές αναφορές
21

εἶπε δὲ ᾿Ισραὴλ τῷ ᾿Ιωσήφ· ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ᾿ ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν·

Πατερικές αναφορές
22

ἐγὼ δὲ δίδωμί σοι Σίκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς ᾿Αμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.

Πατερικές αναφορές