Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΙΕΡΕΜΙΑΣ 1

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 1, Εδάφιο 1

1

ΤΟ ρῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ ῾Ιερεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν ᾿Αναθὼθ ἐν γῇ Βενιαμείν·

Πατερικές αναφορές
2

ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις ᾿Ιωσία υἱοῦ ᾿Αμὼς βασιλέως ᾿Ιούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ·

Πατερικές αναφορές
3

καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἕως ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα, ἕως τῆς αἰχμαλωσίας ῾Ιερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί.

Πατερικές αναφορές
5

πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.

Πατερικές αναφορές
6

καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι.

Πατερικές αναφορές
7

καὶ εἶπε Κύριος πρός με· μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις·

Πατερικές αναφορές
8

μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.

Πατερικές αναφορές
9

καὶ ἐξέτεινε Κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου·

Πατερικές αναφορές
10

ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. —

Πατερικές αναφορές
11

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· τί σὺ ὁρᾷς ῾Ιερεμία; καὶ εἶπε· βακτηρίαν καρυΐνην.

Πατερικές αναφορές
12

καὶ εἶπε Κύριος πρός με· καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς.

Πατερικές αναφορές
13

καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρός με λέγων· τί σὺ ὁρᾷς; καὶ εἶπα· λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.

Πατερικές αναφορές
14

καὶ εἶπε Κύριος πρός με· ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

Πατερικές αναφορές
15

διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῆς γῆς ἀπὸ βορρᾶ, λέγει Κύριος, καὶ ἥξουσι καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν ῾Ιερουσαλὴμ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις ᾿Ιούδα.

Πατερικές αναφορές
16

καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.

Πατερικές αναφορές
17

καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.

Πατερικές αναφορές
18

ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεῦσιν ᾿Ιούδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς,

Πατερικές αναφορές
19

καὶ πολεμήσουσί σε καὶ οὐ μὴ δύνωνται πρός σε, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, εἶπε Κύριος.

Πατερικές αναφορές