Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΙΕΡΕΜΙΑΣ 7

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 7, Εδάφιο 2

3

τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· διορθώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ.

Πατερικές αναφορές
4

μὴ πεποίθατε ἐφ’ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες· ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.

Πατερικές αναφορές
5

ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ

Πατερικές αναφορές
6

καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν,

Πατερικές αναφορές
7

καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ, ἐν γῇ, ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος.

Πατερικές αναφορές
9

καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ’ ἀδίκῳ καὶ θυμιᾶτε τῇ Βάαλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν

Πατερικές αναφορές
10

καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ, καὶ εἴπατε· ἀπεσχήμεθα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα,

Πατερικές αναφορές
11

μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ ἐκεῖ, ἐνώπιον ὑμῶν; καὶ ἰδοὺ ἐγὼ ἑώρακα, λέγει Κύριος,

Πατερικές αναφορές
12

ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλώ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου ᾿Ισραήλ.

Πατερικές αναφορές
13

καὶ νῦν ἀνθ’ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε,

Πατερικές αναφορές
14

τοίνυν κἀγὼ ποιήσω τῷ οἴκῳ τούτῳ, ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ἐφ’ ᾧ ὑμεῖς πεποίθατε ἐπ’ αὐτῷ, καὶ τῷ τόπῳ, ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ.

Πατερικές αναφορές
15

καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέρριψα τοὺς ἀδελφοὺς ὑμῶν, πᾶν τὸ σπέρμα ᾿Εφραίμ.

16

καὶ σύ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξιοῦ τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι.

Πατερικές αναφορές
17

ἦ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐν ταῖς ὁδοῖς ῾Ιερουσαλήμ;

Πατερικές αναφορές
18

οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.

Πατερικές αναφορές
19

μὴ ἐμὲ αὐτοὶ παροργίζουσι; λέγει Κύριος· οὐχὶ ἑαυτούς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν;

Πατερικές αναφορές
20

διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ὀργὴ καὶ θυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν καὶ ἐπὶ τὰ γεννήματα τῆς γῆς, καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται.

Πατερικές αναφορές
21

τάδε λέγει Κύριος· τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα.

Πατερικές αναφορές
22

ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας·

Πατερικές αναφορές
23

ἀλλ’ ἢ τὸ ρῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων· ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεόν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαόν· καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν.

Πατερικές αναφορές
24

καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, ἀλλ’ ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασι τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν.

25

ἀφ’ ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου, τοὺς προφήτας, ἡμέρας καὶ ὄρθρου, καὶ ἀπέστειλα,

Πατερικές αναφορές
26

καὶ οὐκ εἰσήκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν.

Πατερικές αναφορές
28

καὶ ἐρεῖς αὐτοῖς τοῦτον τὸν λόγον· τοῦτο τὸ ἔθνος, ὃ οὐκ ἤκουσε τῆς φωνῆς Κυρίου οὐδὲ ἐδέξατο παιδείαν, ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν. —

Πατερικές αναφορές
29

Κεῖραι τὴν κεφαλήν σου καὶ ἀπόρριπτε καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα.

Πατερικές αναφορές
30

ὅτι ἐποίησαν οἱ υἱοὶ ᾿Ιούδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει Κύριος· ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτόν, τοῦ μιᾶναι αὐτόν·

Πατερικές αναφορές
31

καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφέθ, ὅς ἐστιν ἐν φάραγγι υἱοῦ ᾿Εννόμ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρί, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου.

Πατερικές αναφορές
32

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι· Βωμὸς τοῦ Ταφὲθ καὶ φάραγξ υἱοῦ ᾿Εννόμ, ἀλλ’ ἢ Φάραγξ τῶν ἀνῃρημένων, καὶ θάψουσιν ἐν τῷ Ταφὲθ διὰ τὸ μὴ ὑπάρχειν τόπον.

Πατερικές αναφορές
33

καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.

Πατερικές αναφορές
34

καὶ καταλύσω ἐκ πόλεων ᾿Ιούδα καὶ ἐκ διόδων ῾Ιερουσαλὴμ φωνὴν εὐφραινομένων καὶ φωνὴν χαιρόντων, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα ἡ γῆ.