Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΒΑΣΙΛΕΙΩΝ Β΄ 12

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 12, Εδάφιο 1

1

ΚΑΙ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ, καὶ εἰσῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος, καὶ εἷς πένης·

Πατερικές αναφορές
3

καὶ τῷ πένητι οὐδὲν ἀλλ’ ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποίησατο καὶ ἐξέθρεψεν αὐτὴν καὶ ἡδρύνθη μετ’ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε καὶ ἦν αὐτῷ ὡς θυγάτηρ·

Πατερικές αναφορές
4

καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.

Πατερικές αναφορές
5

καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν· ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο

Πατερικές αναφορές
6

καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα, ἀνθ’ ὧν ὅτι ἐποίησε τὸ ρῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο.

Πατερικές αναφορές
7

καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαοὺλ

Πατερικές αναφορές
8

καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον ᾿Ισραὴλ καὶ ᾿Ιούδα· καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα.

Πατερικές αναφορές
9

τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ρομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ρομφαίᾳ υἱῶν ᾿Αμμών.

Πατερικές αναφορές
10

καὶ νῦν οὐκ ἀποστήσεται ρομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ’ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα.

Πατερικές αναφορές
11

τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήψομαι τὰς γυναῖκάς σου κατ’ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου·

Πατερικές αναφορές
12

ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ρῆμα τοῦτο ἐναντίον παντὸς ᾿Ισραὴλ καὶ ἀπέναντι τοῦ ἡλίου τούτου.

Πατερικές αναφορές
13

καὶ εἶπε Δαυὶδ τῷ Νάθαν· ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς·

Πατερικές αναφορές
14

πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ρήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται.

Πατερικές αναφορές
15

καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἔθραυσε Κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυίδ, καὶ ἠρρώστησε.

Πατερικές αναφορές
16

καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς.

Πατερικές αναφορές
17

καὶ ἀνέστησαν ἐπ’ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.

Πατερικές αναφορές
18

καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκε τὸ παιδάριον, ὅτι εἶπαν· ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον; καὶ ποιήσει κακά.

Πατερικές αναφορές
19

καὶ συνῆκε Δαυὶδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι, καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον· καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ τέθνηκε τὸ παιδάριον; καὶ εἶπαν· τέθνηκε.

Πατερικές αναφορές
20

καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγε.

Πατερικές αναφορές
21

καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· τί τὸ ρῆμα τοῦτο, ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου; ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας;

Πατερικές αναφορές
22

καὶ εἶπε Δαυίδ· ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα· τίς οἶδεν εἰ ἐλεήσει με Κύριος καὶ ζήσεται τὸ παιδάριον;

Πατερικές αναφορές
23

καὶ νῦν τέθνηκεν· ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.

Πατερικές αναφορές
24

καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς καὶ συνέλαβε καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμών, καὶ Κύριος ἠγάπησεν αὐτόν.

25

καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιεδεδί, ἕνεκεν Κυρίου.

26

Καὶ ἐπολέμησεν ᾿Ιωὰβ ἐν Ραββὰθ υἱῶν ᾿Αμμὼν καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας.

Πατερικές αναφορές
27

καὶ ἀπέστειλεν ᾿Ιωὰβ ἀγγέλους πρὸς Δαυὶδ καὶ εἶπεν· ἐπολέμησα ἐν Ραββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων·

Πατερικές αναφορές
28

καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ’ αὐτήν.

Πατερικές αναφορές
29

καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββὰθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.

30

καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυίδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα.

Πατερικές αναφορές
31

καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ ὑποτομεῦσι σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν ᾿Αμμών. καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς ῾Ιερουσαλήμ.