Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΓΕΝΕΣΙΣ 21

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 21, Εδάφιο 1

1

ΚΑΙ Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπε, καὶ ἐποίησε Κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησε,

Πατερικές αναφορές
2

καὶ συλλαβοῦσα ἔτεκε τῷ ῾Αβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος.

Πατερικές αναφορές
3

καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα, ᾿Ισαάκ.

Πατερικές αναφορές
4

περιέτεμε δὲ ῾Αβραὰμ τὸν ᾿Ισαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός.

Πατερικές αναφορές
5

καὶ ῾Αβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ.

Πατερικές αναφορές
6

εἶπε δὲ Σάρρα· γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι.

Πατερικές αναφορές
7

καὶ εἶπε· τίς ἀναγγελεῖ τῷ ῾Αβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.

Πατερικές αναφορές
8

Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν ῾Αβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ.

Πατερικές αναφορές
9

ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν ῎Αγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ ῾Αβραάμ, παίζοντα μετὰ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτῆς·

Πατερικές αναφορές
10

καὶ εἶπε τῷ ῾Αβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου ᾿Ισαάκ.

Πατερικές αναφορές
11

σκληρὸν δὲ ἐφάνη τὸ ρῆμα σφόδρα ἐναντίον ῾Αβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ.

Πατερικές αναφορές
12

εἶπε δὲ ὁ Θεὸς τῷ ῾Αβραάμ· μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ἂν ὅσα εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν ᾿Ισαὰκ κληθήσεταί σοι σπέρμα.

Πατερικές αναφορές
13

καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν.

Πατερικές αναφορές
14

ἀνέστη δὲ ῾Αβραὰμ τὸ πρωΐ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκε τῇ ῎Αγαρ καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.

Πατερικές αναφορές
15

ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης.

Πατερικές αναφορές
16

ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· εἶπε γάρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν.

Πατερικές αναφορές
17

εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν ῎Αγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· τί ἐστιν ῎Αγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἐστιν.

Πατερικές αναφορές
18

ἀνάστηθι καὶ λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό.

Πατερικές αναφορές
19

καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισε τὸ παιδίον.

Πατερικές αναφορές
20

καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης.

Πατερικές αναφορές
21

καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.

Πατερικές αναφορές
22

᾿Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς ῾Αβραὰμ λέγων· ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς·

Πατερικές αναφορές
23

νῦν οὖν ὄμοσόν μοι τὸν Θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ᾿ ἐμοῦ, καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ.

24

καὶ εἶπεν ῾Αβραάμ· ἐγὼ ὀμοῦμαι.

25

καὶ ἤλεγξεν ῾Αβραὰμ τὸν ᾿Αβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ ᾿Αβιμέλεχ.

Πατερικές αναφορές
26

καὶ εἶπεν αὐτῷ ᾿Αβιμέλεχ· οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ρῆμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλ᾿ ἢ σήμερον.

Πατερικές αναφορές
27

καὶ ἔλαβεν ῾Αβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ ᾿Αβιμέλεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην.

Πατερικές αναφορές
29

καὶ εἶπεν ᾿Αβιμέλεχ τῷ ῾Αβραάμ· τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;

Πατερικές αναφορές
30

καὶ εἶπεν ῾Αβραάμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρ᾿ ἐμοῦ, ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο.

Πατερικές αναφορές
31

διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.

Πατερικές αναφορές
32

καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμοῦ. ἀνέστη δὲ ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτητος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ.

33

καὶ ἐφύτευσεν· ῾Αβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος.