Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΕΓΕΝΕΤΟ δέ ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη ᾿Ιούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα ᾿Οδολλαμίτην, ᾧ ὄνομα Εἰράς.
Πατερικές αναφορέςκαὶ εἶδεν ἐκεῖ ᾿Ιούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυά, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθε πρὸς αὐτήν.
Πατερικές αναφορέςκαὶ προσθεῖσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ. αὕτη δὲ ἦν ἐν Χασβί, ἡνίκα ἔτεκεν αὐτούς.
Πατερικές αναφορέςἐγένετο δὲ ῍Ηρ πρωτότοκος ᾿Ιούδα πονηρὸς ἔναντι Κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ Θεός.
Πατερικές αναφορέςεἶπε δὲ ᾿Ιούδας τῷ Αὐνάν· εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ ἐπιγάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου.
Πατερικές αναφορέςγνοὺς δὲ Αὐνὰν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
Πατερικές αναφορέςπονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο, καὶ ἐθανάτωσε καὶ τοῦτον.
Πατερικές αναφορέςεἶπε δὲ ᾿Ιούδας Θάμαρ τῇ νύμφῃ αὐτοῦ· κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου. εἶπε γάρ· μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.
Πατερικές αναφορές᾿Επληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανε Σαυὰ ἡ γυνὴ ᾿Ιούδα· καὶ παρακληθεὶς ᾿Ιούδας ἀνέβη ἐπὶ τοὺς κείροντας τά πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἰρὰς ὁ ποιμὴν αὐτοῦ ὁ ᾿Οδολλαμίτης εἰς Θαμνά.
Πατερικές αναφορέςκαὶ ἀπηγγέλη Θάμαρ τῇ νύμφῃ αὐτοῦ λέγοντες· ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ.
Πατερικές αναφορέςκαὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ᾿ ἑαυτῆς, περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισε πρὸς ταῖς πύλαις Αἰνάν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα.
Πατερικές αναφορέςκαὶ ἰδὼν αὐτὴν ᾿Ιούδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.
Πατερικές αναφορέςἐξέκλινε δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ· ἔασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι νύμφη αὐτοῦ ἐστίν. ἡ δὲ εἶπε· τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με;
Πατερικές αναφορέςὁ δὲ εἶπεν· ἐγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μου, ἡ δὲ εἶπεν· ἐὰν δῷς μοι ἀρραβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε.
Πατερικές αναφορέςὁ δὲ εἶπε· τίνα τὸν ἀρραβῶνά σοι δώσω; ἡ δὲ εἶπε· τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον, καὶ τὴν ράβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ.
Πατερικές αναφορέςκαὶ ἀναστᾶσα ἀπῆλθε καὶ περιείλετο τὸ θέριστρον αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς.
Πατερικές αναφορέςἀπέστειλε δὲ ᾿Ιούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ ᾿Οδολλαμίτου κομίσασθαι παρὰ τῆς γυναικὸς τὸν ἀρραβῶνα, καὶ οὐχ εὗρεν αὐτήν.
Πατερικές αναφορέςἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν· οὐκ ἦν ἐνταῦθα πόρνη.
Πατερικές αναφορέςκαὶ ἀπεστράφη πρὸς ᾿Ιούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι μὴ εἶναι ὧδε πόρνην.
Πατερικές αναφορέςεἶπε δὲ ᾿Ιούδας· ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας.
Πατερικές αναφορές᾿Εγένετο δὲ μετὰ τρίμηνον ἀνηγγέλη τῷ ᾿Ιούδᾳ λέγοντες· ἐκπεπόρνευκε Θάμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας. εἶπε δὲ ᾿Ιούδας· ἐξαγάγετε αὐτήν, καὶ κατακαυθήτω.
Πατερικές αναφορέςαὐτὴ δὲ ἀγομένη ἀπέστειλε πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα· ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. καὶ εἶπεν· ἐπίγνωθι, τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ράβδος αὕτη.
Πατερικές αναφορέςἐπέγνω δὲ ᾿Ιούδας καὶ εἶπε· δεδικαίωται Θάμαρ ἢ ἐγώ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼν τῷ υἱῷ μου. καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.
Πατερικές αναφορέςἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτήν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπί τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα· οὗτος ἐξελεύσεται πρότερος.
Πατερικές αναφορέςὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπε· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές.
Πατερικές αναφορέςκαί μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ᾿ ᾧ ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρά.
Πατερικές αναφορές