Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΗΣΑΪΑΣ 8

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 8, Εδάφιο 1

1

ΚΑΙ εἶπε Κύριος πρός με· λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου· τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστι γάρ.

Πατερικές αναφορές
2

καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.

Πατερικές αναφορές
3

καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. καὶ εἶπε Κύριός μοι· κάλεσον τὸν ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον·

Πατερικές αναφορές
4

διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως ᾿Ασσυρίων.

Πατερικές αναφορές
6

διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ρασεὶμ καὶ τὸν υἱὸν Ρομελίου βασιλέα ἐφ᾿ ὑμῶν,

Πατερικές αναφορές
7

διὰ τοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφ᾿ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν ᾿Ασσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν

Πατερικές αναφορές
8

καὶ ἀφελεῖ ἀπὸ τῆς ᾿Ιουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι, καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου· μεθ᾿ ἡμῶν ὁ Θεός.

Πατερικές αναφορές
9

γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.

Πατερικές αναφορές
10

καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος, καὶ λόγον ὃν ἂν εἴπητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ᾿ ἡμῶν ὁ Θεός.

Πατερικές αναφορές
11

Οὕτω λέγει Κύριος· τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες·

Πατερικές αναφορές
12

μήποτε εἴπητε σκληρόν· πᾶν γάρ, ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδ᾿ οὐ μὴ ταραχθῆτε·

Πατερικές αναφορές
14

καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ἦς, ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι· οἱ δὲ οἶκοι ᾿Ιακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν ῾Ιερουσαλήμ.

Πατερικές αναφορές
15

διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσι καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ. —

Πατερικές αναφορές
17

καὶ ἐρεῖ· μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπόν αὐτοῦ ἀπὸ τοῦ οἴκου ᾿Ιακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ.

Πατερικές αναφορές
18

ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ ᾿Ισραὴλ παρὰ Κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.

Πατερικές αναφορές
19

καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· ζητήσατε τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς;

Πατερικές αναφορές
20

νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ρῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ.

Πατερικές αναφορές
21

καὶ ἥξει ἐφ᾿ ὑμᾶς σκληρὰ λιμὸς καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω,

Πατερικές αναφορές
22

καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία καὶ σκότος, ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.

Πατερικές αναφορές