Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΓΕΝΕΣΙΣ 29

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 29, Εδάφιο 1

1

ΚΑΙ ἐξάρας ᾿Ιακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ρεβέκκας μητρὸς ᾿Ιακὼβ καὶ ῾Ησαῦ.

Πατερικές αναφορές
2

καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾿ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος,

Πατερικές αναφορές
3

καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.

Πατερικές αναφορές
4

εἶπε δὲ αὐτοῖς ᾿Ιακώβ· ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν· ἐκ Χαρρὰν ἐσμέν.

Πατερικές αναφορές
5

εἶπε δὲ αὐτοῖς· γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν· γινώσκομεν.

Πατερικές αναφορές
6

εἶπε δὲ αὐτοῖς· ὑγιαίνει; οἱ δὲ εἶπαν· ὑγιαίνει. καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.

Πατερικές αναφορές
7

καὶ εἶπεν ᾿Ιακώβ· ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.

Πατερικές αναφορές
8

οἱ δὲ εἶπαν· οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.

Πατερικές αναφορές
9

ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.

Πατερικές αναφορές
10

ἐγένετο δέ, ὡς εἶδεν ᾿Ιακὼβ τὴν Ραχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν ᾿Ιακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.

Πατερικές αναφορές
12

καὶ ἀπήγγειλε τῇ Ραχήλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι καὶ ὅτι υἱὸς Ρεβέκκας ἐστί, καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τά ρήματα ταῦτα.

Πατερικές αναφορές
13

ἐγένετο δέ, ὡς ἤκουσε Λάβαν τὸ ὄνομα ᾿Ιακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησε καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους.

Πατερικές αναφορές
14

καὶ εἶπεν αὐτῷ Λάβαν· ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾿ αὐτοῦ μῆνα ἡμερῶν.

Πατερικές αναφορές
15

Εἶπε δὲ Λάβαν τῷ ᾿Ιακώβ· ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί;

Πατερικές αναφορές
16

τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχήλ.

Πατερικές αναφορές
17

οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ραχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα.

Πατερικές αναφορές
18

ἠγάπησε δὲ ᾿Ιακὼβ τὴν Ραχὴλ καὶ εἶπε· δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.

Πατερικές αναφορές
19

εἶπε δὲ αὐτῷ Λάβαν· βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ.

Πατερικές αναφορές
20

καὶ ἐδούλευσεν ᾿Ιακὼβ περὶ Ραχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν.

Πατερικές αναφορές
21

εἶπε δὲ ᾿Ιακὼβ τῷ Λάβαν· δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.

Πατερικές αναφορές
23

καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγε πρὸς ᾿Ιακὼβ καὶ εἰσῆλθε πρὸς αὐτὴν ᾿Ιακώβ.

Πατερικές αναφορές
24

ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

Πατερικές αναφορές
25

ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. εἶπε δὲ ᾿Ιακὼβ τῷ Λάβαν· τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ραχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με;

Πατερικές αναφορές
26

ἀπεκρίθη δὲ Λάβαν· οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·

Πατερικές αναφορές
27

συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα.

Πατερικές αναφορές
28

ἐποίησε δὲ ᾿Ιακὼβ οὕτως καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λάβαν Ραχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.

Πατερικές αναφορές
29

ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

Πατερικές αναφορές
30

καὶ εἰσῆλθε πρὸς Ραχήλ· ἠγάπησε δὲ Ραχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.

Πατερικές αναφορές
31

᾿Ιδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ραχὴλ δὲ ἦν στεῖρα·

Πατερικές αναφορές
32

καὶ συνέλαβε Λεία καὶ ἔτεκεν υἱὸν τῷ ᾿Ιακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ρουβὴν λέγουσα· διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.

Πατερικές αναφορές
33

καὶ συνέλαβε πάλιν καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ ᾿Ιακὼβ καὶ εἶπεν· ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Συμεών·

Πατερικές αναφορές
34

καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν· ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Λευεί.

Πατερικές αναφορές
35

καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπε· νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιούδαν. καὶ ἔστη τοῦ τίκτειν.

Πατερικές αναφορές