Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους, βασιλεύοντος ᾿Εζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὰς πόλεις τῆς ᾿Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς.
Πατερικές αναφορέςκαὶ ἀπέστειλε βασιλεὺς ᾿Ασσυρίων τὸν Ραψάκην ἐκ Λαχεὶς εἰς ῾Ιερουσαλὴμ πρὸς τὸν βασιλέα ᾿Εζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.
Πατερικές αναφορέςκαὶ ἐξῆλθε πρὸς αὐτὸν ῾Ελιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ ᾿Ιωὰχ ὁ τοῦ ᾿Ασὰφ ὁ ὑπομνηματογράφος.
Πατερικές αναφορέςκαὶ εἶπεν αὐτοῖς Ραψάκης· εἴπατε ᾿Εζεκίᾳ· τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς ᾿Ασσυρίων· τί πεποιθὼς εἶ;
Πατερικές αναφορέςμὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας, ὅτι ἀπειθεῖς μοι;
Πατερικές αναφορέςἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον· ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.
Πατερικές αναφορέςνῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ ᾿Ασσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾿ αὐτούς.
Πατερικές αναφορέςκαὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾿ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην.
Πατερικές αναφορέςκαὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρός με· ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν.
Πατερικές αναφορέςκαὶ εἶπε πρὸς αὐτὸν ῾Ελιακεὶμ καὶ Σομνᾶς καὶ ᾿Ιωάχ· λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς ᾿Ιουδαϊστί· καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει;
Πατερικές αναφορέςκαὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· μὴ πρὸς τὸν Κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον καὶ πίωσιν οὖρον μεθ᾿ ὑμῶν ἅμα;
Πατερικές αναφορέςκαὶ ἔστη Ραψάκης καὶ ἀνεβόησε φωνῇ μεγάλῃ ᾿Ιουδαϊστὶ καὶ εἶπεν· ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως ᾿Ασσυρίων.
Πατερικές αναφορέςτάδε λέγει ὁ βασιλεύς· μὴ ἀπατάτω ὑμᾶς ᾿Εζεκίας λόγοις, οἳ οὐ δυνήσονται ρύσασθαι ὑμᾶς·
Πατερικές αναφορέςκαὶ μὴ λεγέτω ὑμῖν ᾿Εζεκίας, ὅτι ρύσεται ὑμᾶς ὁ Θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως ᾿Ασσυρίων·
Πατερικές αναφορέςμὴ ἀκούετε ᾿Εζεκίου. τάδε λέγει ὁ βασιλεὺς ᾿Ασσυρίων· εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν,
Πατερικές αναφορέςἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.
Πατερικές αναφορέςμὴ ἀπατάτω ὑμᾶς ᾿Εζεκίας λέγων· ὁ Θεὸς ὑμῶν ρύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων;
Πατερικές αναφορέςποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ ᾿Αρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεπφαρείμ; μὴ ἐδύναντο ρύσασθαι Σαμάρειαν ἐκ χειρός μου;
Πατερικές αναφορέςτίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων, ὅστις ἐρρύσατο τὴ γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ρύσεται ὁ Θεὸς ῾Ιερουσαλὴμ ἐκ χειρός μου;
Πατερικές αναφορέςκαὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι.
Πατερικές αναφορέςΚαὶ εἰσῆλθεν ῾Ελιακεὶμ ὁ τοῦ Χελκίου οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως καὶ ᾿Ιωὰχ ὁ τοῦ ᾿Ασὰφ ὁ ὑπομνηματογράφος πρὸς ᾿Εζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου.
Πατερικές αναφορές