Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΗΣΑΪΑΣ 57

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 57, Εδάφιο 1

1

ΙΔΕΤΕ ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·

Πατερικές αναφορές
4

ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; σπέρμα ἄνομον;

Πατερικές αναφορές
5

οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν.

Πατερικές αναφορές
6

ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι;

Πατερικές αναφορές
7

ἐπ᾿ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας σου.

Πατερικές αναφορές
8

καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ᾿ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ

Πατερικές αναφορές
9

καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾿ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ᾅδου.

Πατερικές αναφορές
10

ταῖς πολιοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας· παύσομαι ἐνισχύουσα, ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου σύ.

Πατερικές αναφορές
11

τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης.

Πατερικές αναφορές
12

καὶ ἐγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσει σε.

Πατερικές αναφορές
13

ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου.

Πατερικές αναφορές
14

καὶ ἐροῦσι· καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. —

Πατερικές αναφορές
15

Τάδε λέγει Κύριος ὁ ῞Υψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, Κύριος ῞Υψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν·

Πατερικές αναφορές
16

οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.

Πατερικές αναφορές
17

δι᾿ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ.

Πατερικές αναφορές
18

τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν,

Πατερικές αναφορές
19

εἰρήνην ἐπ᾿ εἰρήνῃ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. καὶ εἶπε Κύριος· ἰάσομαι αὐτούς,

Πατερικές αναφορές
20

οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται.

Πατερικές αναφορές