Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΖΑΧΑΡΙΑΣ 14

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 14, Εδάφιο 1

1

ΙΔΟΥ ἡμέραι ἔρχονται Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί.

Πατερικές αναφορές
2

καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ ῾Ιερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.

Πατερικές αναφορές
3

καὶ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.

Πατερικές αναφορές
4

καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι ῾Ιερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς καὶ τὸ ἥμισυ πρὸς θάλασσαν, χάος μέγα σφόδρα. καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον.

Πατερικές αναφορές
5

καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως ᾿Ιασὸλ καὶ ἐμφραχθήσεται καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ συσσεισμοῦ, ἐν ἡμέραις ᾿Οζίου βασιλέως ᾿Ιούδα· καὶ ἥξει Κύριος ὁ Θεός μου καὶ πάντες οἱ ἅγιοι μετ᾿ αὐτοῦ.

Πατερικές αναφορές
7

ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.

Πατερικές αναφορές
8

καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ῾Ιερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως.

Πατερικές αναφορές
9

καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἕν.

Πατερικές αναφορές
10

κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβὲ ἕως Ρεμμὼν κατὰ νότον ῾Ιερουσαλήμ· Ραμὰ δὲ ἐπὶ τόπου μενεῖ ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου ᾿Αναμεήλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως.

Πατερικές αναφορές
11

κατοικήσουσιν ἐν αὐτῇ, καὶ ἀνάθεμα οὐκ ἔσται ἔτι καὶ κατοικήσει ῾Ιερουσαλὴμ πεποιθότως.

Πατερικές αναφορές
12

Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει Κύριος πάντας τοὺς λαούς, ὅσοι ἐπεστράτευσαν ἐπὶ ῾Ιερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ρυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν.

Πατερικές αναφορές
13

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου μεγάλη ἐπ᾿ αὐτούς, καὶ ἐπιλήψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς τὴν χεῖρα τοῦ πλησίον αὐτοῦ.

Πατερικές αναφορές
14

καὶ ὁ ᾿Ιούδας παρατάξεται ἐν ῾Ιερουσαλὴμ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα.

Πατερικές αναφορές
15

καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην.

Πατερικές αναφορές
16

καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ ῾Ιερουσαλήμ, καὶ ἀναβήσονται κατ᾿ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας.

Πατερικές αναφορές
17

καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς ῾Ιερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται.

Πατερικές αναφορές
18

ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.

Πατερικές αναφορές
19

αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.

Πατερικές αναφορές
20

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι, καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου.

Πατερικές αναφορές
21

καὶ ἔσται πᾶς λέβης ἐν ῾Ιερουσαλὴμ καὶ ἐν τῷ ᾿Ιούδᾳ ἅγιον τῷ Κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες καὶ λήψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς. καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Πατερικές αναφορές