Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΦΩΤΙΖΟΥ φωτίζου ῾Ιερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.
Πατερικές αναφορέςἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.
Πατερικές αναφορέςἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται.
Πατερικές αναφορέςτότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσί σοι
Πατερικές αναφορέςἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται.
Πατερικές αναφορέςκαὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.
Πατερικές αναφορέςἐμὲ αἱ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸ χρυσὸν αὐτῶν μετ᾿ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ ᾿Ισραὴλ ἔνδοξον εἶναι.
Πατερικές αναφορέςκαὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε.
Πατερικές αναφορέςκαὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους.
Πατερικές αναφορέςτὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται.
Πατερικές αναφορέςκαὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω.
Πατερικές αναφορέςκαὶ πορεύσονται πρός σε δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν ἁγίου ᾿Ισραήλ.
Πατερικές αναφορέςδιὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.
Πατερικές αναφορέςκαὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε ὁ Θεὸς ᾿Ισραήλ.
Πατερικές αναφορέςκαὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.
Πατερικές αναφορέςκαὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.
Πατερικές αναφορέςκαὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου τὴν νύκτα, ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεὸς δόξα σου.
Πατερικές αναφορέςοὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.
Πατερικές αναφορέςκαὶ ὁ λαός σου πᾶς δίκαιος, δι᾿ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν.
Πατερικές αναφορέςὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.
Πατερικές αναφορές