Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΓΕΝΕΣΙΣ 32

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 32, Εδάφιο 1

1

ΚΑΙ ᾿Ιακὼβ ἀπῆλθεν εἰς τὴν ὁδὸν ἑαυτοῦ. καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ.

Πατερικές αναφορές
2

εἶπε δὲ ᾿Ιακώβ, ἡνίκα εἶδεν αὐτούς· παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παρεμβολαί.

Πατερικές αναφορές
3

᾿Απέστειλε δὲ ᾿Ιακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς ῾Ησαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηείρ, εἰς χώραν ᾿Εδώμ.

Πατερικές αναφορές
4

καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὕτως ἐρεῖτε τῷ κυρίῳ μου ῾Ησαῦ· οὕτως λέγει ὁ παῖς σου ᾿Ιακώβ· μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν,

Πατερικές αναφορές
5

καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου ῾Ησαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.

Πατερικές αναφορές
6

καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς ᾿Ιακὼβ λέγοντες· ἤλθομεν πρὸς τὸν ἀδελφόν σου ῾Ησαῦ, καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ.

Πατερικές αναφορές
7

ἐφοβήθη δὲ ᾿Ιακὼβ σφόδρα, καὶ ἠπορεῖτο. καὶ διεῖλε τὸν λαὸν τὸν μεθ᾿ ἑαυτοῦ καὶ τοὺς βόας καὶ τὰς καμήλους καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς,

Πατερικές αναφορές
8

καὶ εἶπεν ᾿Ιακώβ· ἐὰν ἔλθῃ ῾Ησαῦ εἰς παρεμβολὴν μίαν καὶ κόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι.

Πατερικές αναφορές
9

εἶπε δὲ ᾿Ιακώβ· ὁ Θεὸς τοῦ πατρός μου ῾Αβραὰμ καὶ ὁ Θεὸς τοῦ πατρός μου ᾿Ισαάκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σε ποιήσω,

Πατερικές αναφορές
10

ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν ᾿Ιορδάνην τοῦτον, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς.

Πατερικές αναφορές
11

ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, ἐκ χειρὸς ῾Ησαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μή ποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις.

Πατερικές αναφορές
12

σὺ δὲ εἶπας· εὖ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.

Πατερικές αναφορές
13

καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔφερε δῶρα καὶ ἐξαπέστειλεν ῾Ησαῦ τῷ ἀδελφῷ αὐτοῦ,

Πατερικές αναφορές
14

αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι,

15

καμήλους θηλαζούσας, καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι καὶ πώλους δέκα.

Πατερικές αναφορές
16

καὶ ἔδωκεν αὐτὰ τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας. εἶπε δὲ τοῖς παισὶν αὐτοῦ· προπορεύεσθε ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης.

Πατερικές αναφορές
17

καὶ ἐνετείλατο τῷ πρώτῳ, λέγων· ἐάν σοι συναντήσῃ ῾Ησαῦ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σε, λέγων· τίνος εἶ καὶ ποῦ πορεύῃ, καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου;

18

ἐρεῖς· τοῦ παιδός σου ᾿Ιακώβ· δῶρα ἀπέσταλκε τῷ κυρίῳ μου ῾Ησαῦ, καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν.

19

καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων, λέγων· κατὰ τὸ ρῆμα τοῦτο λαλήσατε ῾Ησαῦ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν

20

καὶ ἐρεῖτε· ἰδοὺ ὁ παῖς σου ᾿Ιακὼβ παραγίνεται ὀπίσω ἡμῶν. εἶπε γάρ· ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου.

Πατερικές αναφορές
21

καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ, αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ.

Πατερικές αναφορές
22

᾿Αναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ ᾿Ιαβώκ·

Πατερικές αναφορές
23

καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασε πάντα τὰ αὐτοῦ.

Πατερικές αναφορές
24

ὑπελείφθη δὲ ᾿Ιακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾿ αὐτοῦ ἕως πρωΐ.

Πατερικές αναφορές
25

εἶδε δέ, ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ ᾿Ιακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾿ αὐτοῦ.

Πατερικές αναφορές
26

καὶ εἶπεν αὐτῷ· ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν· οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς.

Πατερικές αναφορές
28

καὶ εἶπεν αὐτῷ· οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ᾿Ιακώβ, ἀλλ᾿ ᾿Ισραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετ᾿ ἀνθρώπων δυνατὸς ἔσῃ.

Πατερικές αναφορές
29

ἠρώτησε δὲ ᾿Ιακὼβ καὶ εἶπεν· ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν· ἱνατί τοῦτο ἐρωτᾶς σὺ τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ.

Πατερικές αναφορές
30

καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.

Πατερικές αναφορές
31

ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δέ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ·

Πατερικές αναφορές
32

ἕνεκεν τούτου οὐ μὴ φάγωσιν υἱοὶ ᾿Ισραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ ᾿Ιακὼβ τοῦ νεύρου, ὃ ἐνάρκησεν.

Πατερικές αναφορές