Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΗΚΟΥΣΕ δὲ ᾿Ιακὼβ τὰ ρήματα τῶν υἱῶν Λάβαν λεγόντων· εἴληφεν ᾿Ιακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.
Πατερικές αναφορέςκαὶ εἶδεν ᾿Ιακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.
Πατερικές αναφορέςεἶπε δὲ Κύριος πρὸς ᾿Ιακώβ· ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.
Πατερικές αναφορέςκαὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ.
Πατερικές αναφορέςὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με.
Πατερικές αναφορέςἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά·
καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ραντοί.
Πατερικές αναφορέςκαὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ραντούς· ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ·
Πατερικές αναφορέςἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
Πατερικές αναφορέςκαὶ ἀποκριθεῖσαι Ραχὴλ καὶ Λεία εἶπαν αὐτῷ· μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;
Πατερικές αναφορέςοὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν.
Πατερικές αναφορέςπάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός, ποίει.
Πατερικές αναφορές᾿Αναστὰς δὲ ᾿Ιακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους.
καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν.
Πατερικές αναφορέςΛάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ραχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
Πατερικές αναφορέςκαὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.
Πατερικές αναφορέςἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα ᾿Ιακώβ,
καὶ παραλαβὼν τοὺς ἀδελφοὺς αὐτοῦ μεθ᾿ ἑαυτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ.
Πατερικές αναφορέςἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ᾿ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ· φύλαξε σεαυτόν, μήποτε λαλήσῃς μετὰ ᾿Ιακὼβ πονηρά.
Πατερικές αναφορέςκαὶ κατέλαβε Λάβαν τὸν ᾿Ιακώβ· ᾿Ιακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.
Πατερικές αναφορέςεἶπε δὲ Λάβαν τῷ ᾿Ιακώβ· τί ἐποίησας; ἱνατί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ;
Πατερικές αναφορέςκαὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας,
Πατερικές αναφορέςκαὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας.
Πατερικές αναφορέςκαὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· φύλαξε σεαυτόν, μή ποτε λαλήσῃς μετὰ ᾿Ιακὼβ πονηρά.
Πατερικές αναφορέςνῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου;
Πατερικές αναφορέςἀποκριθεὶς δὲ ᾿Ιακὼβ εἶπε τῷ Λάβαν· ὅτι ἐφοβήθην· εἶπα γάρ· μή ποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ᾿ ἐμοῦ καὶ πάντα τὰ ἐμά.
Πατερικές αναφορέςκαὶ εἶπεν ᾿Ιακώβ· παρ᾿ ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστι παρ᾿ ἐμοὶ τῶν σῶν καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐδέν. οὐκ ᾔδει δὲ ᾿Ιακώβ, ὅτι Ραχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
Πατερικές αναφορέςεἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας καὶ οὐχ εὗρεν· καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας καὶ ἠρεύνησε τὸν οἶκον ᾿Ιακὼβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ραχήλ.
Πατερικές αναφορέςΡαχὴλ δὲ ἔλαβε τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς.
Πατερικές αναφορέςκαὶ εἶπε τῷ πατρὶ αὐτῆς· μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ᾿ ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν· ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρε τὰ εἴδωλα.
Πατερικές αναφορέςὠργίσθη δὲ ᾿Ιακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν· ἀποκριθεὶς δὲ ᾿Ιακὼβ εἶπε τῷ Λάβαν· τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου
Πατερικές αναφορέςκαὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θές ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
Πατερικές αναφορέςταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον·
Πατερικές αναφορέςθηριάλωτον οὐκ ἐνήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ᾿ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός·
Πατερικές αναφορέςἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου.
Πατερικές αναφορέςταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκιίᾳ σου· ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν.
Πατερικές αναφορέςεἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου ῾Αβραὰμ καὶ ὁ φόβος ᾿Ισαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς καὶ ἤλεγξέ σε ἐχθές.
Πατερικές αναφορέςἀποκριθεὶς δὲ Λάβαν εἶπε τῷ ᾿Ιακώβ· αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;
Πατερικές αναφορέςνῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγώ τε καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἶπε δὲ αὐτῷ· ἰδοὺ οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν, ἰδέ, ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
Πατερικές αναφορέςεἶπε δὲ ᾿Ιακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ.
Πατερικές αναφορέςκαὶ ἐκάλεσεν αὐτὸν Λάβαν Βουνὸς τῆς μαρτυρίας. ᾿Ιακὼβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς. εἶπε δὲ Λάβαν τῷ ᾿Ιακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Βουνὸς μαρτυρεῖ.
Πατερικές αναφορέςκαὶ ἡ ῞Ορασις, ἣν εἶπεν· ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀφ᾿ ἑτέρου.
Πατερικές αναφορέςεἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήψῃ γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν ὁρῶν· Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ.
Πατερικές αναφορέςκαὶ εἶπε Λάβαν τῷ ᾿Ιακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη.
ἐὰν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ,
Πατερικές αναφορέςκαὶ ὤμοσεν ᾿Ιακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.
Πατερικές αναφορέςἀναστὰς δὲ Λάβαν τὸ πρωΐ κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
Πατερικές αναφορές