Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΓΕΝΕΣΙΣ 26

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 26, Εδάφιο 1

1

ΕΓΕΝΕΤΟ δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ ῾Αβραάμ· ἐπορεύθη δὲ ᾿Ισαὰκ πρὸς ᾿Αβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα.

Πατερικές αναφορές
2

ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω.

Πατερικές αναφορές
3

καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τῷ ῾Αβραὰμ τῷ πατρί σου.

Πατερικές αναφορές
4

καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς,

Πατερικές αναφορές
5

ἀνθ᾿ ὧν ὑπήκουσεν ῾Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.

Πατερικές αναφορές
7

᾿Επηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.

Πατερικές αναφορές
8

ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· καὶ παρακύψας ᾿Αβιμέλεχ ὁ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος, εἶδε τὸν ᾿Ισαὰκ παίζοντα μετὰ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ.

Πατερικές αναφορές
9

ἐκάλεσε δὲ ᾿Αβιμέλεχ τὸν ᾿Ισαὰκ καὶ εἶπεν αὐτῷ· ἆρά γε γυνή σου ἐστί; τί ὅτι εἶπας, ἀδελφή μου ἐστίν; εἶπε δὲ αὐτῷ ᾿Ισαάκ· εἶπα γάρ, μήποτε ἀποθάνω δι᾿ αὐτήν.

Πατερικές αναφορές
10

εἶπε δὲ αὐτῷ ᾿Αβιμέλεχ· τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ᾿ ἡμᾶς ἄγνοιαν.

Πατερικές αναφορές
11

συνέταξε δὲ ᾿Αβιμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ, λέγων· πᾶς ὁ ἁψάμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτῳ ἔνοχος ἔσται.

Πατερικές αναφορές
12

ἔσπειρε δὲ ᾿Ισαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησε δὲ αὐτὸν Κύριος.

Πατερικές αναφορές
13

καὶ ὑψώθη ὁ ἄνθρωπος. καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα·

Πατερικές αναφορές
14

ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ,

Πατερικές αναφορές
15

καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς.

Πατερικές αναφορές
16

εἶπε δὲ ᾿Αβιμέλεχ πρὸς ᾿Ισαάκ· ἄπελθε ἀφ᾿ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.

Πατερικές αναφορές
17

καὶ ἀπῆλθεν ἐκεῖθεν ᾿Ισαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεράρων καὶ κατῴκησεν ἐκεῖ.

Πατερικές αναφορές
18

καὶ πάλιν ᾿Ισαὰκ ὤρυξε τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες ῾Αβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ, καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ὠνόμασεν ὁ πατὴρ αὐτοῦ.

Πατερικές αναφορές
19

καὶ ὤρυξαν οἱ παῖδες ᾿Ισαὰκ ἐν τῇ φάραγγι Γεράρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος.

Πατερικές αναφορές
20

καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων μετὰ τῶν ποιμένων ᾿Ισαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. καὶ ἐκάλεσαν τὸ ὄνομα τοῦ φρέατος ᾿Αδικία· ἠδίκησαν γὰρ αὐτόν.

Πατερικές αναφορές
21

ἀπάρας δὲ ᾿Ισαὰκ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ᾿Εχθρία.

Πατερικές αναφορές
22

ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία, λέγων· διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.

Πατερικές αναφορές
24

καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς ῾Αβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου δι᾿ ῾Αβραὰμ τὸν πατέρα σου.

Πατερικές αναφορές
25

καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες ᾿Ισαὰκ φρέαρ ἐν τῇ φάραγγι Γεράρων.

Πατερικές αναφορές
26

καὶ ᾿Αβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.

Πατερικές αναφορές
27

καὶ εἶπεν αὐτοῖς ᾿Ισαάκ· ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν.

Πατερικές αναφορές
28

οἱ δὲ εἶπαν· ἰδόντες ἑωράκαμεν, ὅτι ἦν Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην,

Πατερικές αναφορές
29

μὴ ποιῆσαι μεθ᾿ ἡμῶν κακόν, καθότι οὐκ ἐβδελυξάμεθά σε ἡμεῖς, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καί ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης· καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου.

Πατερικές αναφορές
31

καὶ ἀναστάντες τὸ πρωΐ, ὤμοσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς ᾿Ισαάκ, καὶ ἀπῴχοντο ἀπ᾿ αὐτοῦ μετὰ σωτηρίας.

Πατερικές αναφορές
32

ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες ᾿Ισαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν· οὐχ εὕρομεν ὕδωρ.

Πατερικές αναφορές
33

καὶ ἐκάλεσεν αὐτὸ ῞Ορκος· διὰ τοῦτο ἐκάλεσεν ὄνομα τῇ πόλει ἐκείνῃ Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας.

Πατερικές αναφορές
34

῏Ην δὲ ῾Ησαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε γυναῖκα ᾿Ιουδίθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου καὶ τὴν Βασεμάθ, θυγατέρα ῾Ελὼν Χετταίου.

Πατερικές αναφορές