Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΗΣΑΪΑΣ 41

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 41, Εδάφιο 1

1

ΕΓΚΑΙΝΙΖΕΣΘΕ πρός με, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν.

Πατερικές αναφορές
2

τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν·

Πατερικές αναφορές
3

καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ.

Πατερικές αναφορές
4

τίς ἐνήργησε καὶ ἐποίησε ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι.

Πατερικές αναφορές
7

ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρῃ ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ· σύμβλημα καλόν ἐστίν· ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται.

Πατερικές αναφορές
8

Σὺ δέ, ᾿Ισραήλ, παῖς μου ᾿Ιακώβ, ὃν ἐξελεξάμην, σπέρμα ῾Αβραάμ, ὃν ἠγάπησα,

Πατερικές αναφορές
9

οὗ ἀντελαβόμην ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι· παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε·

Πατερικές αναφορές
10

μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.

Πατερικές αναφορές
11

ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου·

Πατερικές αναφορές
12

ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε.

Πατερικές αναφορές
14

᾿Ιακώβ, ὀλιγοστὸς ᾿Ισραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός σου, ὁ λυτρούμενός σε, ᾿Ισραήλ.

Πατερικές αναφορές
15

ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἁλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἁλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις·

Πατερικές αναφορές
16

καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις ᾿Ισραήλ.

Πατερικές αναφορές
17

καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς ᾿Ισραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς,

Πατερικές αναφορές
18

ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς·

Πατερικές αναφορές
19

θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην,

Πατερικές αναφορές
20

ἵνα ἴδωσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος τοῦ ᾿Ισραὴλ κατέδειξεν.

Πατερικές αναφορές
21

᾿Εγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς ᾿Ιακώβ.

Πατερικές αναφορές
22

ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν, εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν.

Πατερικές αναφορές
23

ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ᾿ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε· εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα·

Πατερικές αναφορές
24

ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.

Πατερικές αναφορές
25

ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ᾿ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε.

Πατερικές αναφορές
26

τίς γάρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους.

Πατερικές αναφορές
28

ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτούς· πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι.

Πατερικές αναφορές