Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ ῾Αβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ ὁ Κύριος ηὐλόγησε τὸν ῾Αβραὰμ κατὰ πάντα.
Πατερικές αναφορέςκαὶ εἶπεν ῾Αβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
Πατερικές αναφορέςκαὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
Πατερικές αναφορέςἀλλ᾿ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἐκεῖθεν.
Πατερικές αναφορέςεἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
Πατερικές αναφορέςΚύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὃς ὤμοσέ μοι λέγων· σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
Πατερικές αναφορέςἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν ῾Αβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ρήματος τούτου.
Πατερικές αναφορέςΚαὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
Πατερικές αναφορέςκαὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
Πατερικές αναφορέςκαὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου ῾Αβραάμ.
Πατερικές αναφορέςἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
Πατερικές αναφορέςκαὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ ᾿Ισαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου ῾Αβραάμ.
Πατερικές αναφορέςκαὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ρεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ ῾Αβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
Πατερικές αναφορέςἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν αὐτῆς καὶ ἀνέβη.
Πατερικές αναφορέςἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
Πατερικές αναφορέςἡ δὲ εἶπε· πίε, κύριε. καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων.
Πατερικές αναφορέςκαὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι πάλιν καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
Πατερικές αναφορέςὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ.
Πατερικές αναφορέςἐγένετο δέ, ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
Πατερικές αναφορέςκαὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπε· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι, εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν τοῦ καταλῦσαι.
Πατερικές αναφορέςκαὶ εἶπεν αὐτῷ· καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
Πατερικές αναφορέςεὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμέ τε εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
Πατερικές αναφορέςΚαὶ δραμοῦσα ἡ παῖς ἀνήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ρήματα ταῦτα.
Πατερικές αναφορέςτῇ δὲ Ρεβέκκᾳ ἀδελφὸς ἦν ᾧ ὄνομα Λάβαν· καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
Πατερικές αναφορέςκαὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσε τὰ ρήματα Ρεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης· οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
Πατερικές αναφορέςκαὶ εἶπεν αὐτῷ· δεῦρο εἴσελθε· εὐλογητὸς Κυρίου· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
Πατερικές αναφορέςεἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξε τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ.
Πατερικές αναφορέςκαὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν· οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ρήματά μου. καὶ εἶπαν· λάλησον.
Πατερικές αναφορέςΚύριος δὲ ηὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους καὶ ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
Πατερικές αναφορέςκαὶ ἔτεκε Σάρρα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
Πατερικές αναφορέςκαὶ ὥρκισέ με ὁ κύριός μου, λέγων· οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
Πατερικές αναφορέςἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
Πατερικές αναφορέςκαὶ εἶπέ μοι· Κύριος ὁ Θεός, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
Πατερικές αναφορέςτότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου καὶ μή σοι δῶσι, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,
Πατερικές αναφορέςἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ,
Πατερικές αναφορέςκαὶ εἴπῃ μοι, καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι ᾿Ισαάκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου ῾Αβραάμ.
Πατερικές αναφορέςκαὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ρεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ· πότισόν με.
Πατερικές αναφορέςκαί σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπε· πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον καὶ τὰς καμήλους ἐπότισε.
Πατερικές αναφορέςκαὶ ἠρώτησα αὐτήν· καὶ εἶπα· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι. ἡ δὲ ἔφη· θυγάτηρ Βαθουήλ εἰμι τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καί τὰ ψέλλια περὶ τὰς χεῖρας αὐτῆς·
καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου ῾Αβραάμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας, λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
Πατερικές αναφορέςεἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, εἰ δὲ μή, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ ἀριστεράν.
Πατερικές αναφορές᾿Αποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν· παρὰ Κυρίου ἐξῆλθε τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν ἢ καλόν.
Πατερικές αναφορέςἰδοὺ Ρεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. καί ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.
Πατερικές αναφορέςἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ ῾Αβραὰμ τῶν ρημάτων τούτων, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ Κυρίῳ.
Πατερικές αναφορέςκαὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκε τῇ Ρεβέκκᾳ καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
Πατερικές αναφορέςκαὶ ἔφαγον καὶ ἔπιον καὶ αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς τὸ πρωΐ εἶπεν· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
Πατερικές αναφορέςεἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ· μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.
Πατερικές αναφορέςὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ἐν ἐμοί· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
Πατερικές αναφορέςκαὶ ἐκάλεσαν τὴν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπε· πορεύσομαι.
Πατερικές αναφορέςκαὶ ἐξέπεμψαν Ρεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τοῦ ῾Αβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ.
Πατερικές αναφορέςκαὶ εὐλόγησαν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
Πατερικές αναφορέςἀναστᾶσα δὲ Ρεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ρεβέκκαν ἀπῆλθεν.
Πατερικές αναφορές᾿Ισαὰκ δὲ διεπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατώκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
Πατερικές αναφορέςκαὶ ἐξῆλθεν ᾿Ισαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καμήλους ἐρχομένας.
Πατερικές αναφορέςκαὶ ἀναβλέψασα Ρεβέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν ᾿Ισαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου.
Πατερικές αναφορέςκαὶ εἶπε τῷ παιδί· τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς· οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
Πατερικές αναφορέςεἰσῆλθε δὲ ᾿Ισαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβε τὴν Ρεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη ᾿Ισαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.
Πατερικές αναφορές